Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.243 Joseph. AJ 15.249 (English) >>Joseph. AJ 15.254

15.247

Διατρίβουσα δὲ ἐν τοῖς Ἱεροσολύμοις Ἀλεξάνδρα καὶ πυνθανομένη τὰ κατʼ αὐτὸν ἐσπουδάκει τῶν περὶ τὴν πόλιν φρουρίων ἐγκρατὴς γενέσθαι. 15.248δύο δʼ ἦν, ἓν μὲν αὐτῆς τῆς πόλεως, ἕτερον δὲ τοῦ ἱεροῦ, καὶ τούτων οἱ κρατοῦντες ὑποχείριον τὸ πᾶν ἔθνος ἐσχήκασιν· τὰς μὲν γὰρ θυσίας οὐκ ἄνευ τούτων οἷόν τε γενέσθαι, τὸ δὲ μὴ ταύτας συντελεῖν οὐδενὶ Ἰουδαίων δυνατὸν τοῦ ζῆν ἑτοιμότερον ἂν παραχωρησάντων τῆς θρησκείας, ἣν εἰς τὸν θεὸν εἰώθασιν συντελεῖν. 15.249τοῖς οὖν ἐπὶ τούτων τῶν φυλακτηρίων Ἀλεξάνδρα προσήνεγκεν τοὺς λόγους, ὡς δέον αὐτῇ καὶ τοῖς ἐξ Ἡρώδου παιδίοις παραδοῦναι, μὴ καὶ φθῇ τις ἐκείνου μεταλλάξαντος ἕτερος ἀντιλαμβάνεσθαι τῶν πραγμάτων· ῥωσθέντι μὲν γὰρ οὐδεὶς ἀσφαλέστερον τῶν οἰκειοτάτων διατηρήσει. 15.250τούτους τοὺς λόγους αὐτῆς οὐκ ἐπιεικῶς ἤνεγκαν, ἀλλὰ πιστοὶ καὶ τὸν ἔμπροσθεν χρόνον ὄντες ἔτι μᾶλλον ἐν τῷ τότε διέμειναν μίσει τε τῆς Ἀλεξάνδρας καὶ τῷ μηδʼ ὅσιον ὑπολαμβάνειν ζῶντα τὸν Ἡρώδην ἀπεγνωκέναι· φίλοι γὰρ ἄνωθεν ἦσαν, εἷς δʼ αὐτῶν καὶ ἀνεψιὸς τοῦ βασιλέως Ἀχίαβος. 15.251εὐθὺς οὖν ἐξήγγειλαν πέμψαντες ἐκείνῳ τὴν γνώμην τῆς Ἀλεξάνδρας. δὲ τὴν μὲν οὐδὲν ἀναβαλλόμενος ἀποκτεῖναι προσέταξεν, αὐτὸς δὲ μόλις καὶ σὺν κακοπαθείᾳ διαφυγὼν τὴν νόσον χαλεπὸς ἦν ψυχῇ καὶ σώματι κεκακωμένος ὁμοῦ πρὸς τὸ δυσάρεστον καὶ πάσαις ταῖς αἰτίαις ἑτοιμοτέρως εἰς τιμωρίαν τῶν ὑποπεσόντων ἐχρῆτο.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.243 Joseph. AJ 15.249 (English) >>Joseph. AJ 15.254

Powered by PhiloLogic